Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.314 Joseph. AJ 2.318 (English) >>Joseph. AJ 2.323

2.316μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπʼ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθʼ ἡμέρας ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις· 2.317ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφʼ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν. 2.318

Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον. 2.319Μωυσῆς δʼ ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτʼ ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος. 2.320

Αἰγύπτιοι δʼ ἐπὶ τοῖς Ἑβραίοις ἐξελθοῦσι μετενόουν καὶ τοῦ βασιλέως δεινῶς φέροντος ὡς κατὰ γοητείαν τὴν Μωυσέος τούτων γεγονότων ἐπʼ αὐτοὺς ἐγνώκεσαν ἀπιέναι. καὶ λαβόντες ὅπλα καὶ παρασκευὴν ἐδίωκον ὡς ἐπανάξοντες αὐτοὺς εἰ καταλάβοιεν· καὶ γὰρ οὐκέτʼ αὐτοὺς ἐνέχεσθαι τῷ θεῷ· τὴν γὰρ ἔξοδον αὐτοῖς γεγονέναι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.314 Joseph. AJ 2.318 (English) >>Joseph. AJ 2.323

Powered by PhiloLogic